ΚΑΤΑΣΤΗΜΑΤΑ ΕΣΤΙΑΣΗΣ
ΣΟΥΠΕΡ ΜΑΡΚΕΤ
ΕΙΔΗ ΟΙΚΟΔΟΜΗΣ
ΛΟΓΟΘΕΡΑΠΕΙΑ
ΕΜΠΟΡΙΟ ΦΡΟΥΤΩΝ - ΛΑΧΑΝΙΚΩΝ
ΣΥΝΕΡΓΑΣΙΑ ΑΝΑΠΤΥΞΗ

Σάββατο 29 Μαρτίου 2014

Η Δ΄ στάση των Χαιρετισμών στον Ιερό Ναό Αγίας Τριάδας-Μιδέας

ΑΡΓΟΛΙΚΕΣ ΕΙΔΗΣΕΙΣ | 9:31:00 π.μ. |























 Σε κλίμα κατάνυξης και με τη συμμετοχή πιστών τελέστηκε το βράδυ της Παρασκευής η Δ΄ στάση των Χαιρετισμών στον Ιερό Ναό Αγίας Τριάδας-Μιδέας.
 Στην ακολουθία χοροστάτησε ο Θεοφιλεστάτο Επισκόπος Επιδαύρου κ. Καλλινίκος ο οποίος κήρυξε τον Θείο Λόγο, συμπαραστατούμενος από τον εφημέριο του ιερού ναού π. Γ. Μητροσύλη.

Η Δ’ στάση των Χαιρετισμών της Θεοτόκου, εις την Ανάστασιν του Κυρίου

Τεῖχος εἰ τῶν ὑμνούντων τῶν χαρίτων σου τὸ ἄμετρον πλῆθος.Ὁ γὰρ ἐκ τῆς σῆς νηδύος προελθὼν, ἐκ τάφου σωματικὼς ἡμῖν ἐπέλαμψεν καὶ πάντας Σοὶ προσφωνεῖν διδάξας
Χαῖρε δι’ἧς του εχθρού τυραννὶς καθῃρέθη
Χαῖρε δι’ἧς τοῦ θανάτου ἰσχὺς κατελύθη
Χαῖρε στάμνε χρυσὴ ἡ ἔχουσα τὸ Θεῖον μάναν
Χαῖρε ξύλον ζωῆς ἀνθίζουσα καρποὺς εὐόσμους
Χαῖρε οὐρανίας παστάδος ἡ τελεία χαρμονὴν
Χαῖρε τῆς φρικώδους κακίας ἡ κατάπαυσις Σεμνή.
Χαῖρε μόνη ἐπὶ σελήνης ἰσταμένη Μαρία
Χαίρῃ ότι τῆς ἁμαρτίας θεραπεύεις μανίαν
Χαῖρε τῆς αἰωνίου ζωῆς τὸ κεφάλαιον
Χαῖρε τῆς Ἐκκλησίας Χριστοῦ τὸ προπύργιον
Χαῖρε δι’ἧς τα ποθεινά πηγάζουσιν
Χαῖρε δι’ἧς τα λυπηρά κατήργηνται
Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.
.
Ὕμνος βροτῶν οὐκ ἀρκέσει ἐξυμνεῖν τὴν Ἁγίαν Σοῦ δόξαν.Ἰσαρίθμους γάρ ταῖς σταγόσιν τοῦ ὄμβρου ᾠδάς ἂν προσφέρωμεν Σοὶ Ἀναστάντα Κύριε οὐδὲν τελοῦμεν ἄξιον ὡς ἐποίησας ἡμῖν τοῖς Σοὶ βοῶσιν
Ἀλληλούϊα
.
Φωτοφόρον Παρθένον καὶ Ἀγγέλων τὸ ᾆσμα, ὁρῶμεν τὴν Σεμνὴν Θεοτόκον.Ὁ ἀσώματος ἐξ αὐτῆς σωματωθείς, ὁ καὶ δεσμίους τοῦ Ἅδου ἐλευθερώσας ,ἀνέτειλε φῶς πᾶσι τοῖς τυφλοῖς ,ἵνα κραυγάσωμεν αὐτὴ τοιαῦτα
Χαῖρε ὅτι τοῦ πονηροῦ καταλύεις τὸ θράσος
Χαῖρε ὅτι τοῦ Βασιλέως σελαγίζεις τὸ φάος.
Χαῖρε τῶν ἀσθενούντων ἡ βεβαία ἀντίληψις
Χαῖρε τῶν νοσημάτων παντοίων ἡ ἴασις
Χαῖρε ἡ τὸν ὡραῖον ἐκβλαστήσασα στάχυν.
Χαῖρε τῶν δωρεῶν τοῦ Φιλανθρώπου ἡ κρήνη.
Χαῖρε ὅτι τὰ στέφη τῶν συζυγῶν συμπλέκεις
Χαῖρε ὅτι τῶν νέων τάς πορείας φυλάττεις
Χαῖρε ἡ νεκρώσασα τῶν παθῶν τάς προσβολὰς
Χαῖρε ἀκυρώσασα τῶν δαιμόνων τάς βουλὰς
Χαῖρε τῶν οὐρανίων ταγμάτων τὸ νῖκος
Χαῖρε τῶν πεπτοκότων δαιμόνων ὁ θρῆνος .
Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.
.
Χάριν ἄφθονον δοῦναι τοῖς ἀνθρώποις δωρήσασθαι θέλων, ὁ πάντων Ζωοδότης ἀνθρώπων.
Κατεδέχθη ἐν τάφῳ νεκρὸς κατοικεῖσαι, ἵνα τῆς φθορᾶς ἡμᾶς ἀπαλλάξει τοὺς κράζοντας τὸ
Ἀλληλούϊα
.
Ψάλλοντές Σου τὸν τόκον , τὸν ὡς ξένον ἐν τάφῳ ξενωθέντα ,ἀνυμνοῦμεν τῇ αὐτοῦ Ἀναστάσῃ.Ἐν τῇ σὴ γὰρ οἰκήσας γαστρί, ἡ τῶν απάντων πνοή,ἑξάγνισεν, ἐφώτισεν,ἐδίδαξε ἡμὰς βόαν Σοι ταῦτα
Χαῖρε αμαράντινε στέφανε δόξης
Χαῖρε δωδεκάτειχε πόλις Κυρίου
Χαῖρε ὅτι κατήργησας ἁμαρτίας τὸ κέντρον
Χαῖρε ἡ καινουργήσασα τῶν ἀνθρώπων τὸ γένος
Χαῖρε ὅτι κατεπάτησας κεφαλὴν τοῦ πονηροῦ
Χαῖρε λύπην ἡ κεράσασα τῶν δαιμόνων τὸν ἐσμόν
Χαῖρε μόνη χριστιανῶν ἡ στερεὰ προστασία
Χαῖρε τῶν ἀπιστούντων ἡ ἐπίμοχθος ἀπορία .
Χαῖρε ἡ ἀπόδειξις τῆς ἡμῶν σωτηρίας
Χαῖρε ἡ βεβαίωσις τῆς παλιγγενεσίας
Χαῖρε ὅτι ῥόδα καὶ κρίνα ἀνθίζεις
Χαῖρε ὅτι Πάσχα καὶ ἔαρ μυρίζεις
Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.
.
Ὢ Πανάσπιλε Μῆτερ, ἡ γεννήσασα τὸν πάντων Ζωῆς χορηγὸν καὶ Δεσπότην
(Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.-ἐκ΄γ΄-)
δεξαμένη τήν νυν προσφορὰν ἐκ πασῶν σῶσον ἀναγκῶν ἅπαντας καὶ τῆς μελλούσης ἀξίωσον Ἀναστάσεως τούς σοι βοώντας:
Ἀλληλούϊα.
.
Ἄγγελος ἑξαστράπτων τῷ μνημείῳ επέμφθη
κηρύξαι τὴν Ἀνάστασιν πάντων. Καὶ σὺν τῇ ἀσωμάτῳ αὐτοῦ φωνὴν, Ἀναστάντα θεωρῶν Σὲ Κύριε, ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ ταῦτα.
Χαῖρε δι’ἧς τὰ μνημεῖα καινούνται
Χαῖρε δι’ἧς τεθνηκότες ζωούνται
Χαῖρε ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ Ἅδου.
Χαῖρε ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου.
Χαῖρε τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον,
Χαῖρε τοῦ Βασιλέως τὸ πάναγνον ῥόδον.
Χαῖρε δι’ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται
Χαῖρε δι’ἧς τῆς φθορᾶς οἱ Βροτοὶ ἀπηλλάγημεν
Χαῖρε τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος
Χαῖρε ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος
Χαῖρε δι’ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν
Χαῖρε δι’ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται
Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.
Ὡς Ζωηφόρος Τοῦ Κυρίου ἡμῶν Μήτηρ,
Τῶν οὐρανῶν ὑψηλοτέρα ἀνεδείχθης,
Ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνωμεν.
Ἀλλ’ὡς φέρουσα Ζωῆς Κυρίου νάματα,
Ἐκ θανάτου ψυχικοῦ ἡμὰς ἀπάλλαξον,
Ἵνα κράζωμεν ,
Χαῖρε ἡ Μήτηρ τῆς Ζωῆς ἡμῶν.

ΑΡΓΟΛΙΚΕΣ ΕΙΔΗΣΕΙΣ
Ι ΚΤΕΟ ΑΡΓΟΛΙΔΟΣ ΣΑΛΑΠΑΤΑΣ